Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.197 Joseph. AJ 18.202 (English) >>Joseph. AJ 18.206

18.200οὐκ ἔσθʼ ὅπως οὐκ εὐθέως ἀπαλλαγή τέ σοι τῶνδε τῶν δεσμῶν παρέσται καὶ πρόοδος ἐπὶ μήκιστον ἀξιώματός τε καὶ δυνάμεως, ζηλωτός τε ἂν γένοιο πᾶσιν, οἳ νῦν διʼ οἴκτου τὰς τύχας σου λαμβάνουσιν, εὐδαίμονά τε ἂν ποιοῖο τὴν τελευτὴν παισίν, οἷς ἔσῃ τὸν βίον καταλειπόμενος. μνημονεύειν δέ, ὁπότε εἰσαῦθις τὸν ὄρνιν θεάσαιο τοῦτον, πέντε ἡμέραις σοι τὴν τελευτὴν ἐσομένην. 18.201ταῦτα πεπράξεται μὲν ᾗπερ ἀποσημαίνει τοῦ θεοῦ τὸ ἐξαποστεῖλαν τουτονὶ τὸν ὄρνιν. προγνώσει τε αὐτῶν σύνεσιν τὴν παραγενομένην ἀποστερεῖν σε ἄδικον ἡγησάμην, ὅπως ἐπιστάμενος ἀγαθοῦ μέλλοντος λυσιτελεῖν ἐν ὀλίγῳ τὴν ἀχθηδόνα τοῦ παρόντος τιθοῖο. μνήμην δὲ ποιεῖσθαι εἰς χεῖράς σου παραγενομένου τοῦ εὐδαίμονος καὶ τοῦ καθʼ ἡμᾶς διαφευξομένου δυστυχίαν, 18.202 τανῦν σύνεσμεν.” καὶ μὲν Γερμανὸς τοσάδε προειπὼν εἰς τοσόνδε ὦφλεν τῷ Ἀγρίππᾳ γέλωτα, ἐφʼ ὅσον ἐν τοῖς ὕστερον κατεφάνη τεθαυμάσθαι ἄξιος. δὲ Ἀντωνία χαλεπῶς φέρουσα τοῦ Ἀγρίππου τὴν δυστυχίαν τὸ μὲν Τιβερίῳ περὶ αὐτοῦ διαλέγεσθαι ἐργωδέστερον ἑώρα καὶ ἄλλως ἐπʼ ἀπράκτοις γενησόμενον, 18.203εὑρίσκετο δʼ αὐτῷ παρὰ τοῦ Μάκρωνος στρατιωτῶν τε μετρίων ἀνδρῶν οἳ παραφυλάξειαν αὐτὸν ἐν φροντίσιν καὶ ἑκατοντάρχου τοῦ ἐφεστηξομένου τε ἐκείνοις καὶ συνδέτου ἐσομένου, λουτρά τε καθʼ ἡμέραν συγκεχωρῆσθαι καὶ ἀπελευθέρων καὶ φίλων εἰσόδους τήν τε ἄλλην ῥᾳστώνην, τῷ σώματι γένοιτʼ ἄν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.197 Joseph. AJ 18.202 (English) >>Joseph. AJ 18.206

Powered by PhiloLogic